Δευτέρα 12 Μαΐου 2008

ΣΥΓΓΡΑΦΕΙΣ ΚΑΙ ΚΕΙΜΕΝΑ ΤΟΥΣ ΟΠΟΥ ΦΑΙΝΕΤΑΙ Η ΕΛΛΗΝΙΚΟΤΗΤΑ ΤΗΣ ΜΑΚΕΔΟΝΙΑΣ



ΔΙΟΔΩΡΟΣ ΣΙΚΕΛΙΩΤΗΣ

[16,91] XCI. ἐπ' ἄρχοντος δ' Ἀθήνησι Πυθοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Πόπλιον καὶ Τιβέριον Αἰμίλιον Μάμερκον, Ὀλυμπιὰς δ' ἤχθη πρώτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθ' ἣν ἐνίκα στάδιον Κλεόμαντις Κλειτόριος. (2) ἐπὶ δὲ τούτων Φίλιππος ὁ βασιλεὺς ἡγεμὼν ὑπὸ τῶν Ἑλλήνων καθεσταμένος καὶ τὸν πρὸς Πέρσας πόλεμον ἐνστησάμενος Ἄτταλον μὲν καὶ Παρμενίωνα προαπέστειλεν εἰς τὴν Ἀσίαν, μέρος τῆς δυνάμεως δοὺς καὶ προστάξας ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, αὐτὸς δὲ σπεύδων μὲν μετὰ τῆς τῶν θεῶν γνώμης ἐπανελέσθαι τὸν πόλεμον ἐπηρώτησε τὴν Πυθίαν εἰ κρατήσει τοῦ βασιλέως τῶν Περσῶν. ἡ δ' ἔχρησεν αὐτῷ τόνδε τὸν χρησμόν: ἔστεπται μὲν ὁ ταῦρος, ἔχει τέλος, ἔστιν ὁ θύσων. (3) ὁ μὲν οὖν Φίλιππος σκολιῶς ἔχοντος τοῦ χρησμοῦ πρὸς τὸ ἴδιον συμφέρον ἐξεδέχετο τὸ λόγιον, ὡς τοῦ μαντείου προλέγοντος τὸν Πέρσην ἱερείου τρόπον τυθήσεσθαι: τὸ δ' ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον ἐσήμαινεν ἐν πανηγύρει καὶ θεῶν θυσίαις τὸν Φίλιππον ὥσπερ τὸν ταῦρον ἐστεμμένον σφαγήσεσθαι. (4) οὐ μὴν ἀλλὰ δόξας συμμαχεῖν αὐτῷ τοὺς θεοὺς περιχαρὴς ἦν, ὡς τῆς Ἀσίας ὑπὸ Μακεδόνας ἐσομένης αἰχμαλώτου. εὐθὺς οὖν θυσίας μεγαλοπρεπεῖς ἐπετέλει τοῖς θεοῖς καὶ τῆς θυγατρὸς Κλεοπάτρας τῆς ἐξ Ὀλυμπιάδος συνετέλει γάμους καὶ ταύτην Ἀλεξάνδρῳ συνῴκισε τῷ βασιλεῖ τῶν Ἠπειρωτῶν, ἀδελφῷ δὲ ὄντι γνησίῳ τῆς Ὀλυμπιάδος. (5) ἅμα δὲ ταῖς τῶν θεῶν τιμαῖς βουλόμενος ὡς πλείστους τῶν Ἑλλήνων μετασχεῖν τῆς εὐωχίας ἀγῶνάς τε μουσικοὺς μεγαλοπρεπεῖς ἐποίει καὶ λαμπρὰς ἑστιάσεις τῶν φίλων καὶ ξένων. (6) διόπερ ἐξ ἁπάσης τῆς Ἑλλάδος μετεπέμπετο τοὺς ἰδιοξένους καὶ τοῖς ἑαυτοῦ φίλοις παρήγγειλε παραλαμβάνειν τῶν ἀπὸ τῆς ξένης γνωρίμων ὡς πλείστους. σφόδρα γὰρ ἐφιλοτιμεῖτο φιλοφρονεῖσθαι πρὸς τοὺς Ἕλληνας καὶ διὰ τὰς δεδομένας αὐτῷ τῆς ὅλης ἡγεμονίας τιμὰς ταῖς προσηκούσαις ὁμιλίαις ἀμείβεσθαι. [16,92] XCII. τέλος δὲ πολλῶν πανταχόθεν πρὸς τὴν πανήγυριν συρρεόντων καὶ τῶν ἀγώνων καὶ γάμων συντελουμένων ἐν Αἰγέαις τῆς Μακεδονίας οὐ μόνον κατ' ἄνδρα τῶν ἐπιφανῶν ἐστεφάνωσαν αὐτὸν χρυσοῖς στεφάνοις, ἀλλὰ καὶ τῶν ἀξιολόγων πόλεων αἱ πλείους, ἐν αἷς ἦν καὶ ἡ τῶν Ἀθηναίων. (2)ἀναγορευομένου δὲ τοῦ στεφάνου τούτου διὰ τοῦ κήρυκος τὸ τελευταῖον εἶπεν, ἄν τις ἐπιβουλεύσας Φιλίππῳ τῷ βασιλεῖ καταφύγῃ πρὸς Ἀθηναίους, παραδόσιμον εἶναι τοῦτον. διὰ δὲ τῆς αὐτοματιζούσης φήμης ὥσπερ θείᾳ τινὶ προνοίᾳ διεσήμαινε τὸ δαιμόνιον τὴν ἐσομένην ἐπιβουλὴν εὐθὺς τῷ Φιλίππῳ. (3) ἀκολούθως δὲ τούτοις καὶ ἕτεραί τινες ὥσπερ ἐνθεάζουσαι ἐγένοντο φωναί, προδηλοῦσαι τὴν τοῦ βασιλέως καταστροφήν. ἐν γὰρ τῷ βασιλικῷ πότῳ Νεοπτόλεμος ὁ τραγῳδός, πρωτεύων τῇ μεγαλοφωνίᾳ καὶ τῇ δόξῃ, προστάξαντος αὐτῷ τοῦ Φιλίππου προενέγκασθαι τῶν ἐπιτετευγμένων ποιημάτων καὶ μάλιστα τῶν ἀνηκόντων πρὸς τὴν κατὰ τῶν Περσῶν στρατείαν, ὁ μὲν τεχνίτης κρίνας οἰκεῖον ὑποληφθήσεσθαι τὸ ποίημα τῇ διαβάσει τοῦ Φιλίππου καὶ τὴν εὐδαιμονίαν ἐπιπλῆξαι βουλόμενος τοῦ Περσῶν βασιλέως, καίπερ οὖσαν μεγάλην καὶ περιβόητον, ὅπως μεταπέσοι ποτ' ἂν εἰς τοὐναντίον ὑπὸ τῆς τύχης ἤρξατο λέγειν τόδε τὸ ποίημα: φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον καὶ μεγάλων πεδίων ἀρούρας, φρονεῖθ' ὑπερβαλλόμενοι δόμων δόμους, ἀφροσύνᾳ πρόσω βιοτὰν τεκμαιρόμενοι. ὁ δ' ἀμφιβάλλει ταχύπουν κέλευθον ἕρπων σκοτίαν, ἄφνω δ' ἄφαντος προσέβα μακρὰς ἀφαιρούμενος ἐλπίδας θνατῶν πολύμοχθος Ἅιδας καὶ τὰ τούτων ἐφεξῆς προσσυνεῖρε, πάντα πρὸς τὴν ὁμοίαν φερόμενα διάνοιαν. (4) ὁ δὲ Φίλιππος ἡσθεὶς ἐπὶ τοῖς ἀπηγγελμένοις ὅλως ἦν καὶ τελείως φερόμενος τῇ διανοίᾳ πρὸς τὴν τοῦ Περσῶν βασιλέως καταστροφήν, ἅμα δὲ καὶ τὸν πυθόχρηστον χρησμὸν ἀνελογίζετο, παραπλησίαν ἔχοντα διάνοιαν τοῖς ὑπὸ τοῦ τραγῳδοῦ ῥηθεῖσι. (5) τέλος δὲ τοῦ πότου διαλυθέντος καὶ τῶν ἀγώνων κατὰ τὴν ὑστεραίαν τὴν ἀρχὴν λαμβανόντων τὸ μὲν πλῆθος ἔτι νυκτὸς οὔσης συνέτρεχεν εἰς τὸ θέατρον, ἅμα δ' ἡμέρᾳ τῆς πομπῆς γινομένης σὺν ταῖς ἄλλαις ταῖς μεγαλοπρεπέσι κατασκευαῖς εἴδωλα τῶν δώδεκα θεῶν ἐπόμπευε ταῖς τε δημιουργίαις περιττῶς εἰργασμένα καὶ τῇ λαμπρότητι τοῦ πλούτο θαυμαστῶς κεκοσμημένα: σὺν δὲ τούτοις αὐτοῦ τοῦ Φιλίππου τρισκαιδέκατον ἐπόμπευε θεοπρεπὲς εἴδωλον, σύνθρονον ἑαυτὸν ἀποδεικνύντος τοῦ βασιλέως τοῖς δώδεκα θεοῖς.

[16,95] XCV. Φίλιππος μὲν οὖν μέγιστος γενόμενος τῶν καθ' ἑαυτὸν ἐπὶ τῆς Εὐρώπης βασιλέων καὶ διὰ τὸ μέγεθος τῆς ἀρχῆς ἑαυτὸν τοῖς δώδεκα θεοῖς σύνθρονον καταριθμήσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς, ἄρξας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι. (2) δοκεῖ δ' οὗτος ὁ βασιλεὺς ἐλαχίστας μὲν εἰς τὴν μοναρχίαν ἀφορμὰς παρειληφέναι, μεγίστην δὲ τῶν παρ' Ἕλλησι μοναρχιῶν κατακτήσασθαι, ηὐξηκέναι δὲ τὴν ἡγεμονίαν οὐχ οὕτω διὰ τῆς ἐν τοῖς ὅπλοις ἀνδραγαθίας ὡς διὰ τῆς ἐν τοῖς λόγοις ὁμιλίας καὶ φιλοφροσύνης.

[17,3] ᾿Αλέξανδρος δὲ πυθόμενος πολλοὺς τῶν ῾Ελλήνων μετεώρους εἶναι πρὸς καινοτομίαν εἰς πολλὴν ἀγωνίαν ἐνέπιπτεν. (2) ᾿Αθηναῖοι μὲν γὰρ Δημοσθένους δημαγωγοῦντος κατὰ τῶν Μακεδόνων τήν τε Φιλίππου τελευτὴν ἀσμένως ἤκουσαν καὶ τῆς ἡγεμονίας τῶν ῾Ελλήνων οὐκ ἐξεχώρουν τοῖς Μακεδόσι, διαπρεσβευσάμενοι δὲ πρὸς ῎Ατταλον ἐν ἀπορρήτοις συνετίθεντο κοινοπραγίαν καὶ πολλὰς τῶν πόλεων προετρέποντο τῆς ἐλευθερίας ἀντέχεσθαι· (3) Αἰτωλοὶ δὲ κατάγειν τοὺς ἐξ ᾿Ακαρνανίας φυγάδας ἐψηφίσαντο διὰ Φιλίππου πεῖραν εἰληφότας τῆς φυγῆς. ᾿Αμβρακιῶται δὲ πεισθέντες ᾿Αριστάρχῳ τὴν μὲν ὑπὸ Φιλίππου κατασταθεῖσαν φρουρὰν ἐξέβαλον, τὴν δὲ πόλιν ἐποίησαν δημοκρατεῖσθαι· (4) Ὁμοίως δὲ τούτοις Θηβαῖοι τὴν μὲν ἐν τῇ Καδμείᾳ φρουρὰν ἐκβαλεῖν ἐψηφίσαντο, τῷ δ' ᾿Αλεξάνδρῳ μὴ συγχωρεῖν τὴν τῶν ῾Ελλήνων ἡγεμονίαν. ᾿Αρκάδες δὲ οὔτε Φιλίππῳ συνεχώρησαν τὴν ἡγεμονίαν μόνοι τῶν ῾Ελλήνων οὔτ' ᾿Αλεξάνδρῳ προσέσχον·

[17,4] Πρώτους δὲ Θετταλοὺς ὑπομνήσας τῆς ἀρχαίας ἀφ' ῾Ηρακλέους συγγενείας καὶ λόγοις φιλανθρώποις, ἔτι δὲ μεγάλαις ἐπαγγελίαις μετεωρίσας ἔπεισε τὴν πατροπαράδοτον ἡγεμονίαν (τῆς ῾Ελλάδος) αὐτῷ συγχωρῆσαι κοινῷ τῆς Θετταλίας δόγματι. (9) Ὁ δὲ ᾿Αλέξανδρος τοῖς πρέσβεσι τῶν ᾿Αθηναίων φιλανθρώπους ἀποκρίσεις δοὺς ἀπέλυσε τοῦ πολλοῦ φόβου τὸν δῆμον. Τοῦ δ' ᾿Αλεξάνδρου παραγγείλαντος εἰς Κόρινθον ἀπαντᾶν τάς τε πρεσβείας καὶ τοὺς συνέδρους, ἐπειδὴ συνῆλθον οἱ συνεδρεύειν εἰωθότες, διαλεχθεὶς ὁ βασιλεὺς καὶ λόγοις ἐπιεικέσι χρησάμενος ἔπεισε τοὺς ῞Ελληνας ψηφίσασθαι στρατηγὸν αὐτοκράτορα τῆς ῾Ελλάδος εἶναι τὸν ᾿Αλέξανδρον καὶ συστρατεύειν ἐπὶ τοὺς Πέρσας ὑπὲρ ὧν εἰς τοὺς ῞Ελληνας ἐξήμαρτον. Τυχὼν δὲ ταύτης τῆς τιμῆς ὁ βασιλεὺς ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Μακεδονίαν.

[17,67] Μετὰ δὲ ταῦτα τὴν μὲν Δαρείου μητέρα καὶ τὰς θυγατέρας καὶ τὸν υἱὸν ἀπέλιπεν ἐν Σούσοις καὶ παρακατέστησε τοὺς διδάξοντας τὴν ῾Ελληνικὴν διάλεκτον, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας τεταρταῖος ἐπὶ τὸν Τίγριν ποταμὸν ἀφίκετο.

[17,94] (2) Πολλὴ μὲν γὰρ φθορὰ τῶν στρατιωτῶν ἐγεγόνει καὶ λύσις οὐδεμία τῶν πολέμων ἠλπίζετο· καὶ τῶν μὲν ἵππων διὰ τὴν συνέχειαν τῆς ὁδοιπορίας τὰς ὁπλὰς ὑποτετρῖφθαι συνέβαινε, τῶν δὲ ὅπλων τὰ πλεῖστα κατεξάνθαι καὶ τὸν μὲν ῾Ελληνικὸν ἱματισμὸν ἐκλελοιπέναι, συναναγκάζεσθαι δὲ βαρβαρικοῖς ὑφάσμασι χρῆσθαι, συντεμόντας τὰ τῶν ᾿Ινδῶν περιβλήματα.

ΗΡΟΔΟΤΟΣ

8.43
1 ἐστρατεύοντο δὲ οἵδε· ἐκ μὲν Πελοποννήσου Λακεδαιμόνιοι ἑκκαίδεκα νέας παρεχόμενοι, Κορίνθιοι δὲ τὸ αὐτὸ πλήρωμα παρεχόμενοι καὶ ἐπ᾽ Ἀρτεμισίῳ· Σικυώνιοι δὲ πεντεκαίδεκα παρείχοντο νέας, Ἐπιδαύριοι δὲ δέκα, Τροιζήνιοι δὲ πέντε, Ἑρμιονέες δὲ τρεῖς, ἐόντες οὗτοι πλὴν Ἑρμιονέων Δωρικόν τε καὶ Μακεδνὸν ἔθνος, ἐξ Ἐρινεοῦ τε καὶ Πίνδου καὶ τῆς Δρυοπίδος ὕστατα ὁρμηθέντες. οἱ δὲ Ἑρμιονέες εἰσὶ Δρύοπες, ὑπὸ Ἡρακλέος τε καὶ Μηλιέων ἐκ τῆς νῦν Δωρίδος καλεομένης χώρης ἐξαναστάντες.

5.20.4 “ὦ Πέρσαι, οἴκατε πανδαισίῃ τελέῃ ἱστιῆσθαι· τά τε γὰρ ἄλλα ὅσα εἴχομεν, καὶ πρὸς τὰ οἷά τε ἦν ἐξευρόντας παρέχειν, πάντα ὑμῖν πάρεστι, καὶ δὴ καὶ τόδε τὸ πάντων μέγιστον, τάς τε ἑωυτῶν μητέρας καὶ τὰς ἀδελφεὰς ἐπιδαψιλευόμεθα ὑμῖν, ὡς παντελέως μάθητε τιμώμενοι πρὸς ἡμέων τῶν περ ἐστὲ ἄξιοι, πρὸς δὲ καὶ βασιλέι τῷ πέμψαντι ἀπαγγείλητε ὡς ἀνὴρ Ἕλλην Μακεδόνων ὕπαρχος εὖ ὑμέας ἐδέξατο καὶ τραπέζῃ καὶ κοίτῃ„. 5 ταῦτα εἴπας ὁ Ἀλέξανδρος παρίζει Πέρσῃ ἀνδρὶ ἄνδρα Μακεδόνα ὡς γυναῖκα τῷ λόγῳ· οἳ δέ, ἐπείτε σφέων οἱ Πέρσαι ψαύειν ἐπειρῶντο, διεργάζοντο αὐτούς.

5.22.1 ὁ μέν νυν τῶν Περσέων τούτων θάνατος οὕτω καταλαμφθεὶς ἐσιγήθη. Ἕλληνας δὲ εἶναι τούτους τοὺς ἀπὸ Περδίκκεω γεγονότας, κατά περ αὐτοὶ λέγουσι, αὐτός τε οὕτω τυγχάνω ἐπιστάμενος καὶ δὴ καὶ ἐν τοῖσι ὄπισθε λόγοισι ἀποδέξω ὡς εἰσὶ Ἕλληνες, πρὸς δὲ καὶ οἱ τὸν ἐν Ὀλυμπίῃ διέποντες ἀγῶνα Ἑλληνοδίκαι οὕτω ἔγνωσαν εἶναι. 2 Ἀλεξάνδρου γὰρ ἀεθλεύειν ἑλομένου καὶ καταβάντος ἐπ᾽ αὐτὸ τοῦτο, οἱ ἀντιθευσόμενοι Ἑλλήνων ἐξεῖργόν μιν, φάμενοι οὐ βαρβάρων ἀγωνιστέων εἶναι τὸν ἀγῶνα ἀλλὰ Ἑλλήνων· Ἀλέξανδρος δὲ ἐπειδὴ ἀπέδεξε ὡς εἴη Ἀργεῖος, ἐκρίθη τε εἶναι Ἕλλην καὶ ἀγωνιζόμενος στάδιον συνεξέπιπτε τῷ πρώτῳ.

ΗΡΟΔΟΤΟΣ 1 ΚΛΕΙΩ 56
1 τούτοισι ἐλθοῦσι τοῖσι ἔπεσι ὁ Κροῖσος πολλόν τι μάλιστα πάντων ἥσθη, ἐλπίζων ἡμίονον οὐδαμὰ ἀντ᾽ ἀνδρὸς βασιλεύσειν Μήδων, οὐδ᾽ ὦν αὐτὸς οὐδὲ οἱ ἐξ αὐτοῦ παύσεσθαι κοτὲ τῆς ἀρχῆς. μετὰ δὲ ταῦτα ἐφρόντιζε ἱστορέων τοὺς ἂν Ἑλλήνων δυνατωτάτους ἐόντας προσκτήσαιτο φίλους, 2 ἱστορέων δὲ εὕρισκε Λακεδαιμονίους καὶ Ἀθηναίους προέχοντας τοὺς μὲν τοῦ Δωρικοῦ γένεος τοὺς δὲ τοῦ Ἰωνικοῦ. ταῦτα γὰρ ἦν τὰ προκεκριμένα, ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικὸν τὸ δὲ Ἑλληνικὸν ἔθνος. καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε, τὸ δὲ πολυπλάνητον κάρτα. 3 ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν Φθιῶτιν, ἐπὶ δὲ Δώρου τοῦ Ἕλληνος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην, καλεομένην δὲ Ἱστιαιῶτιν· ἐκ δὲ τῆς Ἱστιαιώτιδος ὡς ἐξανέστη ὑπὸ Καδμείων, οἴκεε ἐν Πίνδῳ Μακεδνὸν καλεόμενον· ἐνθεῦτεν δὲ αὖτις ἐς τὴν Δρυοπίδα μετέβη καὶ ἐκ τῆς Δρυοπίδος οὕτω ἐς Πελοπόννησον ἐλθὸν Δωρικὸν ἐκλήθη.

ΑΡΡΙΑΝΟΣ 1.[1,9] Καὶ πάθος τοῦτο Ἑλληνικὸν μεγέθει τε τῆς ἁλούσης πόλεως καὶ ὀξύτητι τοῦ ἔργου, οὐχ ἥκιστα δὲ τῷ παραλόγῳ ἔς τε τοὺς παθόντας καὶ τοὺς δράσαντας, οὐ μεῖόν τι τοὺς ἄλλους Ἕλληνας ἢ καὶ αὐτοὺς τοὺς μετασχόντας τοῦ ἔργου ἐξέπληξε. τὰ μὲν γὰρ περὶ Σικελίαν Ἀθηναίοις ξυνενεχθέντα, εἰ καὶ πλήθει τῶν ἀπολομένων οὐ μείονα τὴν ξυμφορὰν τῇ πόλει ἤνεγκεν, ἀλλὰ τῷ τε πόρρω ἀπὸ τῆς οἰκείας διαφθαρῆναι αὐτοῖς τὸν στρατόν, καὶ τὸν πολὺν ξυμμαχικὸν μᾶλλον ἢ οἰκεῖον ὄντα, καὶ τῷ τὴν πόλιν αὐτοῖς περιλειφθῆναι, ὡς καὶ ἐς ὕστερον ἐπὶ πολὺ τῷ πολέμῳ ἀντισχεῖν Λακεδαιμονίοις τε καὶ τοῖς ξυμμάχοις καὶ μεγάλῳ βασιλεῖ πολεμοῦντας, οὔτε αὐτοῖς τοῖς παθοῦσιν ἴσην τὴν αἴσθησιν τῆς ξυμφορᾶς προσέθηκεν, οὔτε τοῖς ἄλλοις Ἕλλησιν τὴν ἐπὶ τῷ πάθει ἔκπληξιν ὁμοίαν παρέσχε. καὶ τὸ ἐν Αἰγὸς ποταμοῖς αὖθις Ἀθηναίων πταῖσμα ναυτικόν τε ἦν καὶ ἡ πόλις οὐδὲν ἄλλο ὅτι μὴ τῶν μακρῶν τειχῶν καθαιρέσει καὶ νεῶν τῶν πολλῶν παραδόσει καὶ στερήσει τῆς ἀρχῆς ἐς ταπεινότητα ἀφικομένη τό τε σχῆμα τὸ πάτριον ὅμως ἐφύλαξε καὶ τὴν δύναμιν οὐ διὰ μακροῦ τὴν πάλαι ἀνέλαβεν, ὡς τά τε μακρὰ τείχη ἐκτειχίσαι καὶ τῆς θαλάσσης αὖθις ἐπικρατῆσαι καὶ τοὺς τότε φοβερούς σφισι Λακεδαιμονίους καὶ παρ' ὀλίγον ἐλθόντας ἀφανίσαι τὴν πόλιν αὐτοὺς ἐν τῷ μέρει ἐκ τῶν ἐσχάτων κινδύνων διασώσασθαι. Λακεδαιμονίων τε αὖ τὸ κατὰ Λεῦκτρα καὶ Μαντίνειαν πταῖσμα τῷ παραλόγῳ μᾶλλόν τι τῆς ξυμφορᾶς ἢ τῷ πλήθει τῶν {τε} ἀπολομένων τοὺς Λακεδαιμονίους ἐξέπληξεν. ἥ τε ξὺν Ἐπαμεινώνδᾳ Βοιωτῶν καὶ Ἀρκάδων γενομένη προσβολὴ πρὸς τὴν Σπάρτην καὶ αὐτὴ τῷ ἀήθει τῆς ὄψεως μᾶλλον ἢ τῇ ἀκριβείᾳ τοῦ κινδύνου αὐτούς τε τοὺς Λακεδαιμονίους καὶ τοὺς ξυμμετασχόντας αὐτοῖς τῶν τότε πραγμάτων ἐφόβησεν. ἡ δὲ δὴ Πλαταιῶν ἅλωσις τῆς πόλεως τῇ σμικρότητι .... τῶν ἐγκαταληφθέντων, ὅτι οἱ πολλοὶ αὐτῶν διαπεφεύγεσαν πάλαι ἐς τὰς Ἀθήνας, οὐ μέγα πάθημα ἐγένετο. καὶ ἡ Μήλου καὶ Σκιώνης ἅλωσις, νησιωτικά τε πολίσματα ἦν καὶ τοῖς δράσασιν αἰσχύνην μᾶλλόν τι προσέβαλεν ἢ ἐς τὸ ξύμπαν Ἑλληνικὸν μέγαν τὸν παράλογον παρέσχε. Θηβαίοις δὲ τὰ τῆς ἀποστάσεως ὀξέα καὶ ξὺν οὐδενὶ λογισμῷ γενόμενα, καὶ ἡ ἅλωσις δι' ὀλίγου τε καὶ οὐ ξὺν πόνῳ τῶν ἑλόντων ξυνενεχθεῖσα, καὶ ὁ φόνος <ὁ> πολύς, οἷα δὴ ἐξ ὁμοφύλων τε καὶ παλαιὰς ἀπεχθείας ἐπεξιόντων, καὶ ὁ τῆς πόλεως παντελὴς ἀνδραποδισμός, δυνάμει τε καὶ δόξῃ ἐς τὰ πολέμια τῶν τότε προεχούσης ἐν τοῖς Ἕλλησιν, οὐκ ἔξω τοῦ εἰκότος ἐς μῆνιν τὴν ἀπὸ τοῦ θείου ἀνηνέχθη, ὡς τῆς τε ἐν τῷ Μηδικῷ πολέμῳ προδοσίας τῶν Ἑλλήνων διὰ μακροῦ ταύτην δίκην ἐκτίσαντας Θηβαίους, καὶ τῆς Πλαταιῶν ἔν τε ταῖς σπονδαῖς καταλήψεως καὶ τοῦ παντελοῦς ἀνδραποδισμοῦ τῆς πόλεως, καὶ τῆς τῶν παραδόντων σφᾶς Λακεδαιμονίοις οὐχ Ἑλληνικῆς γενομένης διὰ Θηβαίους σφαγῆς, καὶ τοῦ χωρίου τῆς ἐρημώσεως, ἐν ὅτῳ οἱ Ἕλληνες παραταξάμενοι Μήδοις ἀπώσαντο τῆς Ἑλλάδος τὸν κίνδυνον, καὶ ὅτι Ἀθηναίους αὐτοὶ τῇ ψήφῳ ἀπώλλυον, ὅτε ὑπὲρ ἀνδραποδισμοῦ τῆς πόλεως γνώμη προὐτέθη ἐν τοῖς Λακεδαιμονίων ξυμμάχοις. ἐπεὶ καὶ πρὸ τῆς ξυμφορᾶς πολλὰ ἀπὸ τοῦ θείου ἐπισημῆναι ἐλέγετο, ἃ δὴ ἐν μὲν τῷ παραυτίκα ἠμελήθη, ὕστερον δὲ ἡ μνήμη αὐτὰ ἐς λογισμὸν τοῦ ἐκ πάλαι ἐπὶ τοῖς ξυνενεχθεῖσιν προσημανθῆναι ἀνήνεγκεν. Τοῖς δὲ μετασχοῦσι τοῦ ἔργου ξυμμάχοις, οἷς δὴ καὶ ἐπέτρεψεν Ἀλέξανδρος τὰ κατὰ τὰς Θήβας διαθεῖναι, τὴν μὲν Καδμείαν φρουρᾷ κατέχειν ἔδοξε, τὴν πόλιν δὲ κατασκάψαι ἐς ἔδαφος καὶ τὴν χώραν κατανεῖμαι τοῖς ξυμμάχοις, ὅση μὴ ἱερὰ αὐτῆς. παῖδας δὲ καὶ γυναῖκας καὶ ὅσοι ὑπελείποντο Θηβαίων, πλὴν τῶν ἱερέων τε καὶ ἱερειῶν καὶ ὅσοι ξένοι Φιλίππου ἢ Ἀλεξάνδρου ἢ ὅσοι πρόξενοι Μακεδόνων ἐγένοντο, ἀνδραποδίσαι. καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺς ἀπογόνους τοῦ Πινδάρου λέγουσιν ὅτι διεφύλαξεν Ἀλέξανδρος αἰδοῖ τῇ Πινδάρου. ἐπὶ τούτοις Ὀρχόμενόν τε καὶ Πλαταιὰς ἀναστῆσαί τε καὶ τειχίσαι οἱ ξύμμαχοι ἔγνωσαν.

[1,10] Ἐς δὲ τοὺς ἄλλους Ἕλληνας ὡς ἐξηγγέλθη τῶν Θηβαίων τὸ πάθος, Ἀρκάδες μὲν, ὅσοι βοηθήσοντες Θηβαίοις ἀπὸ τῆς οἰκείας ὡρμήθησαν, θάνατον κατεψηφίσαντο τῶν ἐπαράντων σφᾶς ἐς τὴν βοήθειαν. Ἠλεῖοι δὲ τοὺς φυγάδας σφῶν κατεδέξαντο, ὅτι ἐπιτήδειοι Ἀλεξάνδρῳ ἦσαν. Αἰτωλοὶ δὲ πρεσβείας σφῶν κατὰ ἔθνη πέμψαντες ξυγγνώμης τυχεῖν ἐδέοντο, ὅτι καὶ αὐτοί τι πρὸς τὰ παρὰ τῶν Θηβαίων ἀπαγγελθέντα ἐνεωτέρισαν. Ἀθηναῖοι δέ, μυστηρίων τῶν μεγάλων ἀγομένων ὡς ἧκόν τινες τῶν Θηβαίων ἐξ αὐτοῦ τοῦ ἔργου, τὰ μὲν μυστήρια ἐκπλαγέντες ἐξέλιπον, ἐκ δὲ τῶν ἀγρῶν ἐσκευαγώγουν ἐς τὴν πόλιν. ὁ δῆμος δὲ ἐς ἐκκλησίαν συνελθὼν Δημάδου γράψαντος δέκα πρέσβεις ἐκ πάντων Ἀθηναίων ἐπιλεξάμενος πέμπει παρὰ Ἀλέξανδρον, οὕστινας ἐπιτηδειοτάτους Ἀλεξάνδρῳ ἐγίγνωσκον, ὅτι τε σῶος ἐξ Ἰλλυριῶν καὶ Τριβαλλῶν ἐπανῆλθε χαίρειν τὸν δῆμον τῶν Ἀθηναίων οὐκ ἐν καιρῷ ἀπαγγελοῦντας καὶ ὅτι Θηβαίους τοῦ νεωτερισμοῦ ἐτιμωρήσατο. ὁ δὲ τὰ μὲν ἄλλα φιλανθρώπως πρὸς τὴν πρεσβείαν ἀπεκρίνατο, ἐπιστολὴν δὲ γράψας πρὸς τὸν δῆμον ἐξῄτει τοὺς ἀμφὶ Δημοσθένην καὶ Λυκοῦργον. καὶ Ὑπερείδην δὲ ἐξῄτει καὶ Πολύευκτον καὶ Χάρητα καὶ Χαρίδημον καὶ Ἐφιάλτην καὶ Διότιμον καὶ Μοιροκλέα. τούτους γὰρ αἰτίους εἶναι τῆς τε ἐν Χαιρωνείᾳ ξυμφορᾶς τῇ πόλει γενομένης καὶ τῶν ὕστερον ἐπὶ τῇ Φιλίππου τελευτῇ πλημμεληθέντων ἔς τε αὑτὸν καὶ ἐς Φίλιππον. καὶ Θηβαίοις δὲ τῆς {τε} ἀποστάσεως ἀπέφαινεν αἰτίους οὐ μεῖον ἢ τοὺς αὐτῶν Θηβαίων νεωτερίσαντας. Ἀθηναῖοι δὲ τοὺς μὲν ἄνδρας οὐκ ἐξέδοσαν, πρεσβεύονται δὲ αὖθις παρὰ Ἀλέξανδρον, ἀφεῖναι δεόμενοι τὴν ὀργὴν τοῖς ἐξαιτηθεῖσι. καὶ Ἀλέξανδρος ἀφῆκε, τυχὸν μὲν αἰδοῖ τῆς πόλεως, τυχὸν δὲ σπουδῇ τοῦ ἐς τὴν Ἀσίαν στόλου, οὐκ ἐθέλων οὐδὲν ὕποπτον ἐν τοῖς Ἕλλησιν ὑπολείπεσθαι. Χαρίδημον μέντοι μόνον τῶν ἐξαιτηθέντων τε καὶ οὐ δοθέντων φεύγειν ἐκέλευσε. καὶ φεύγει Χαρίδημος ἐς τὴν Ἀσίαν παρὰ βασιλέα Δαρεῖον. [1,11] Ταῦτα δὲ διαπραξάμενος ἐπανῆλθεν εἰς Μακεδονίαν. καὶ τῷ τε Διὶ τῷ Ὀλυμπίῳ τὴν θυσίαν τὴν ἀπ' Ἀρχελάου ἔτι καθεστῶσαν ἔθυσε καὶ τὸν ἀγῶνα ἐν Αἰγαῖς διέθηκε τὰ Ὀλύμπια. οἱ δὲ καὶ ταῖς Μούσαις λέγουσιν ὅτι ἀγῶνα ἐποίησε. καὶ ἐν τούτῳ ἀγγέλλεται τὸ Ὀρφέως τοῦ Οἰάγρου τοῦ Θρᾳκὸς ἄγαλμα τὸ ἐν Πιερίδι ἱδρῶσαι ξυνεχῶς. καὶ ἄλλοι ἄλλα ἐπεθείαζον τῶν μάντεων, Ἀρίστανδρος δέ, ἀνὴρ Τελμισσεύς, μάντις, θαρρεῖν ἐκέλευσεν Ἀλέξανδρον. δηλοῦσθαι γὰρ, ὅτι ποιηταῖς ἐπῶν τε καὶ μελῶν καὶ ὅσοι ἀμφὶ ᾠδὴν ἔχουσι πολὺς πόνος ἔσται ποιεῖν τε καὶ ἄδειν Ἀλέξανδρον καὶ τὰ Ἀλεξάνδρου ἔργα.

Κυριακή 11 Μαΐου 2008

MACEDONIAN ANCESTRY GENEALOGY




Ο Μακεδών ή Μακεδνός, ήταν γιος του Δία και της Θυΐας, κόρης του Δευκαλίωνα, σύμφωνα με αναφορά του Στέφανου Βυζάντιου. Επίσης αναφέρεται ως γιος του Λυκάονος, που ήταν βασιλιάς της Αρκαδίας.

Hesiod
THE CATALOGUES OF WOMEN AND EOIAE (fragments)

Fragment #1 --
Scholiast on Apollonius Rhodius, Arg. iii. 1086:

That Deucalion was the son of Prometheus and Pronoea, Hesiod
states in the first "Catalogue", as also that Hellen was the son οf Deucalion and Pyrrha.
Εκείνος ο Δευκαλίων ήταν ο γιος του Προμηθέα και της Πρόνοιας γράφει ο Ησίοδος
στον πρώτο κατάλογο και επίσης πως ο Έλληνας ήταν γιος του Δευκαλίωνα και της Πύρρας.

Fragment #2 --
Ioannes Lydus (2), de Mens. i. 13:

They came to call those who followed local manners Latins, but
those who followed Hellenic customs Greeks, after the brothers
Latinus and Graecus; as Hesiod says: `And in the palace Pandora
the daughter of noble Deucalion was joined in love with father
Zeus, leader of all the gods, and bare Graecus, staunch in
battle.'

..... Όπως λέει ο Ησίοδος: και στο παλάτι η Πανδώρα η κόρη του ευγενούς Δευκαλίωνα ενώθηκε με αγάπη με τον πατέρα και ηγέτη όλων των θεών Δία, καιγέννησε τον Γραικό, γυμνό μέσα στη μάχη.

Fragment #3 --
Constantinus Porphyrogenitus (3), de Them. 2 p. 48B:

The district Macedonia took its name from Macedon the
son of Zeus
and Thyia, Deucalion's daughter, as Hesiod says:
`And she conceived and bare to Zeus who delights in the
thunderbolt two sons, Magnes and Macedon, rejoicing in horses,
who dwell round about Pieria and Olympus....

....And Magnes again (begot) Dictys and godlike Polydecte

η περιοχή της Μακεδονίας πήρε το όνομά της από το Μακεδόνα το γιο του Δία και της Θυΐας, της κόρης του Δευκαλίωνα, όπως λέει ο Ησίοδος: ...και συνέλαβε και γέννησε από το Δία τον κεραυνοβόλο, δυό γιους, το Μάγνη και το Μακεδόνα,τους ιπποχαρείς και κατοικούν γύρω από την Πιερία και τον Όλυμπο.... και από το Μάγνη πάλι γεννήθηκε ο Δίκτυς και ο θεΐκός Πολυδέκτης.

Fragment #5 --
Scholiast on Apollonius Rhodius, Arg. iv. 266:

Those who were descended from Deucalion used to rule over
Thessaly as Hecataeus and Hesiod say.

Παρασκευή 9 Μαΐου 2008

Το αστέρι της Βεργίνας





Το αστέρι της Βεργίνας
 

Πως ο ήλιος έγινε το έμβλημα των Μακεδόνων βασιλέων

ΗΡΟΔΟΤΟΣ  8. 137

1 το
δ λεξάνδρου τούτου βδομος γενέτωρ Περδίκκης στ κτησάμενος τν Μακεδόνων τν τυραννίδα τρόπ τοιδε. ξ ργεος φυγον ς λλυριος τν Τημένου πογόνων τρες δελφεοί, Γαυάνης τε κα έροπος κα Περδίκκης, κ δ λλυριν περβαλόντες ς τν νω Μακεδονίην πίκοντο ς Λεβαίην πόλιν. 2 νθατα δ θήτευον π μισθ παρ τ βασιλέι, μν ππους νέμων, δ βος, δ νεώτατος ατν Περδίκκης τ λεπτ τν προβάτων. δ γυν το βασιλέος ατ τ σιτία σφι πεσσε· σαν γρ τ πάλαι κα α τυραννίδες τν νθρώπων σθενέες χρήμασι, ο μονον δμος· 3 κως δ πτη, ρτος το παιδς το θητς Περδίκκεω διπλήσιος γίνετο ατς ωυτο. πε δ αε τυτ τοτο
γίνετο, επε πρς τν νδρα τν ωυτς· τν δ κούσαντα σλθε ατίκα ς εη τέρας κα φέροι μέγα τι. καλέσας δ τος θτας προηγόρευέ σφι παλλάσσεσθαι κ γς τς ωυτο. 4 ο δ τν μισθν φασαν δίκαιοι εναι πολαβόντες οτω ξιέναι. νθατα βασιλες το μισθο πέρι κούσας, ν γρ κατ τν καπνοδόκην ς τν οκον σέχων λιος, επε θεοβλαβς γενόμενος “μισθν δ μν γ μέων ξιον τόνδε ποδίδωμι ”, δέξας τν λιον. 5 μν δ Γαυάνης τε κα έροπος ο πρεσβύτεροι στασαν κπεπληγμένοι, ς κουσαν τατα· δ πας, τύγχανε γρ χων μάχαιραν, επας τάδε “δεκόμεθα βασιλε τ διδος ”, περιγράφει τ μαχαίρ ς τ δαφος το οκου τν λιον, περιγράψας δέ, ς τν κόλπον τρς ρυσάμενος το λίου, παλλάσσετο ατός τε κα ο μετ κείνου.

Απόδοση κειμένου:

8. 137.1 Αυτού του Αλέξανδρου έβδομος προπάτορας, ήταν
Περδίκας, που εξέλαβε την βασιλεία των Μακεδόνων με αυτόν τον τρόπο. Από το Άργος έφυγαν προς τους Ιλλυριούς, οι απόγονοι του Τήμενου, οι τρεις αδελφοί, Γαυάνης και Αέροπος και ο Περδίκας. Αφού πέρασαν από την Ιλλυρία έφτασαν στην Άνω Μακεδονία και στην πόλη Λεβαία. 2 εκεί δούλευαν με μισθό για το βασιλιά, ο ένας βόσκοντας ίππους, ο άλλος βόδια, ο νεώτερος δε αυτών, Περδίκκας τα αδύνατα πρόβατα. Η δε γυναίκα του βασιλιά έπλαθε τους άρτους. Ήταν τότε και οι τύραννοι ασθενείς χρηματικά, όχι μόνο οι δήμοι. 3 καθώς δε, έπλαθε, ο άρτος του εργαζόμενου Περδίκα, διπλασιαζόταν από μόνος του. Επειδή δε, συνέχεια γινόταν αυτό, το είπε στον άνδρα της. Εκείνος όταν το άκουσε το θεώρησε ως οιωνό, που προμήνυε κάτι φοβερό. Καλώντας μάλιστα τους εργαζόμενους τους ζήτησε να αποχωρήσουν από τη γη του. 4 εκείνοι τότε ζήτησαν το δίκαιο μισθό τους πριν αποχωρήσουν. Όταν άκουσε ο βασιλιάς για μισθό, επειδή εκείνη την ώρα εισέρχονταν ο ήλιος από την καπνοδόχο μέσα στον οίκο, τιμωρημένος από το θεό με παραφροσύνη, είπε: «μισθό άξιο για εσάς από εμένα αυτό ανταποδίδω», δείχνοντας τον ήλιο. 5 τότε λοιπόν, ο Γαυάνης και ο Αέροπος οι μεγαλύτεροι, εξεπλάγησαν μόλις άκουσαν αυτά. Ο νεότερος (ο Περδίκας) που είχε ένα μαχαίρι είπε αυτά: «δεχόμεθα ω, βασιλιά όσα προσφέρεις», οριοθετώντας, με το μαχαίρι στο έδαφος του οίκου, τον ήλιο, και έλαβε τρεις φορές, δήθεν από τον ήλιο, τον έβαλε στον κόρφο του και απομακρύνθηκε αυτός και οι δύο άλλοι.......

138. [1] ο
μν δ πισαν, τ δ βασιλι σημανει τις τν παρδρων οἷόν τι χρμα ποισειε πας κα ς σν νόῳ κενων νετατος λβοι τ διδμενα. δ τατα κοσας κα ξυνθες πμπει π ατος ππας πολοντας. ποταμς δ στ ν τ χρ τατ, τ θουσι ο τοτων τν νδρν π ργεος πγονοι σωτρι· [2] οτος, πετε διβησαν ο Τημενδαι, μγας οτω ρρη στε τος ππας μ οους τε γενσθαι διαβναι. ο δ πικμενοι ς λλην γν τς Μακεδονης οκησαν πλας τν κπων τν λεγομνων εναι Μδεω το Γορδεω, ν τοσι φεται ατματα ῥόδα, ν καστον χον ξκοντα φλλα, δμ τε περφροντα τν λλων. [3] ν τοτοισι κα Σιληνς τοσι κποισι λω, ς λγεται π Μακεδνων. πρ δ τν κπων ρος κεται Βρμιον ονομα, βατον π χειμνος. νθετεν δ ρμμενοι, ς τατην σχον, κατεστρφοντο κα τν λλην Μακεδονην.



139
[1] π τοτου δ το Περδκκεω λξανδρος δε γνετο· μντεω πας ν λξανδρος, μντης δ λκτεω, λκτεω δ πατρ ν Ἀέροπος, το δ Φλιππος, Φιλππου δ ργαος, το δ Περδκκης κτησμενος τν ρχν.

Ο μύθος εξιστορεί την ιστορία του
δεκαεξάκτινου αστέρα των Μακεδόνων


Τα μεγαλύτερα αδέλφια σάστισαν με την απόφαση 

του βασιλιά να τους πληρώσει με χώμα, 

αλλά ο Περδίκας ψύχραιμα δέχτηκε ως μισθό τον ήλιο που έπεφτε στο χώμα.
 
Κύκλωσε τρεις φορές με το μαχαίρι του τον ήλιο


που έπεφτε στη γη και πήρε στον κόρφο του το χώμα. 

Όταν τα τρία αδέλφια έφυγαν από τη χώρα τότε ο βασιλιάς, 
κατάλαβε ότι αυτό που έδωσε ως αμοιβή στους νέους,  
ο Περδίκας το εξέλαβε ως παραχώρηση δικαιωμάτων στη γη του  
και έστειλε ιππείς, να σκοτώσουν τα τρία αδέλφια. 
Τα αδέλφια πρόλαβαν και πέρασαν ένα ποτάμι, πλημμυρισμένο, 
πετώντας σχοινιά στην απέναντι ακτή, αιωρούμενοι, και έτσι τους έχασαν οι κυνηγοί τους. 


Τα παιδιά βρέθηκαν στο Βέρμιο, την εύφορη περιοχή, που ακόμη και τα ρόδα αντί να έχουν τριάντα πέταλα, είχαν τα διπλά, εξήντα και ξεπερνούσαν σε ομορφιά και μυρωδιά όλα τα άλλα. Ήταν οι περίφημοι κήποι του βασιλιά Μίδα. 






Ο ήλιος που ο νεαρός Περδίκας με τόση εξυπνάδα έκρυψε στον κόρφο του, 
έγινε το σύμβολο του νέου βασιλείου, που θα δημιουργούσε. 
Είναι το περίφημο αστέρι της Βεργίνας, που όλους εμάς τους Μακεδόνες, 
αλλά και όλους τους Έλληνες μας κάνει περήφανους.

Απόδοση κειμένων: Ματσιαρόκου Χρυσούλα


valkenborch1 το γλεντι του Μίδα